From 9b6b7d3765062e5b372cd2321a80d80ccc233c84 Mon Sep 17 00:00:00 2001 From: Chris Drymon Date: Mon, 25 May 2026 15:56:49 +0100 Subject: [PATCH] =?UTF-8?q?Fix=20=CF=80=CE=B1=E1=BF=A4=20elisions?= MIME-Version: 1.0 Content-Type: text/plain; charset=UTF-8 Content-Transfer-Encoding: 8bit Replace smooth breathing mark (U+0313) on ρ with apostrophe (U+2019) in elided forms of παρά. Skips cases where the breathing on ρ marks the older double-rho orthographic convention (παῤῥ-) rather than elision. Co-Authored-By: Claude Opus 4.7 (1M context) --- data/tlg1271/tlg006/tlg1271.tlg006.1st1K-grc1.xml | 4 ++-- 1 file changed, 2 insertions(+), 2 deletions(-) diff --git a/data/tlg1271/tlg006/tlg1271.tlg006.1st1K-grc1.xml b/data/tlg1271/tlg006/tlg1271.tlg006.1st1K-grc1.xml index 432dc1b27..72785c7b2 100755 --- a/data/tlg1271/tlg006/tlg1271.tlg006.1st1K-grc1.xml +++ b/data/tlg1271/tlg006/tlg1271.tlg006.1st1K-grc1.xml @@ -1357,7 +1357,7 @@

Ἡ σώφρων γυνὴ τὸ τοῦ Θεοῦ θέλημα ποιοῦσα τῆς αὐτοῦ πρώτης κτίσεως ἀγαθὴ ὑπόμνησις γίνεται. ὅτι εἷς ὤν ὁ Θεὸς ἑνὶ ἀνθρώπῳ μίαν ἔκτισε γυναῖκα. ἔτι δὲ μᾶλλον σώφρων μένει, ἐὰν τῆς κτίσεως μὴ λανθάνῃ, καὶ τὴν κόλασιν προβλέπῃ, καὶ τῶν αἰωνίων ἀγαθῶν τὴν ζημίαν μὴ ἀγνοῇ. ἡ σώφρων γυνὴ ἐπὶ τοῖς σώζεσθαι θέλουσιν ἡδομένη, παράδειγμα εὐσεβὲς τοῖς θεοσεβοῦσιν τυγχάνει· ἀγαθοῦ γὰρ βίου νόμος ἐστίν. ἡ σωφρονεῖν θέλουσα τὰς προφάσεις τῆς λοιδορίας ἐκκόπτει, ἐὰν δὲ μὴ παρέχουσα πρόφασιν λοιδορεῖται ὡς ὑπ᾽ ἐχθροῦ, ὑπὸ Θεοῦ εὐλογεῖται καὶ ἐκδικεῖται. ἡ σώφρων τὸν Θεὸν ποθεῖ, τὸν Θεὸν φιλεῖ, τὸν Θεὸν τέρπει, τὸν Θεὸν δοξάζει· ἀνθρώποις πρόφασιν πρὸς λοιδορίαν οὐ παρέχει. ἡ σώφρων γυνὴ τὴν ἐκκλησίαν ἀγαθῇ τιμῇ μυρίζει καὶ ἐπὶ σεμνότητι δοξάζει· ἔτι δὲ καὶ διδασκάλων ἔπαινός ἐστιν, καὶ συνεργὸς αὐτοῖς σωφρονοῦσι τυγχάνει.

-

᾽Η σώφρων γυνὴ ὡς νυμφίῳ υἱῷ Θεοῦ κοσμεῖται, ἐνδεδυμένη τὸ σεμνὸν φῶς. ἔστιν δὲ αὐτῇ κάλλος ἐν τῇ ψυχῇ εὐνομία. μύρου δὲ πνέει τῆς ἀγαθῆς φήμης. καλὰ φορεῖ· ἠμφίεσται τὴν αἰδῶ. καὶ τιμίους μαργαρίτας περίκειται, τοὺς σωφρονίζοντας λόγους. λευκὴ δὲ τυγχάνει, ὅτ᾽ ἅν τὰς φρένας ᾖ λελαμπρυμένη. καλῷ ἐσόπτρῳ ὁρᾷ, εἰς τὸν Θεὸν ἐμβλέπουσα. καλῷ κόσμῳ χρῆται, τῷ πρὸς Θεὸν φόβῳ τὴν ψυχὴν νουθετοῦσα. καλὴ ἡ γυνὴ, οὐχ ἡ χρυσῷ πεπεδημένη, ἀλλ᾽ ἡ τῶν προσκαίρων ἐπιθυμιῶν λελυμένη. ἡ σώφρων γυνὴ μεγάλῳ βασιλεῖ περιπόθητός ἐστιν, αὐτῷ μεμνήστευται, αὐτῷ τετήρηται, ὑπὸ αὐτοῦ ἠγάπηται. ἡ σώφρων εἰς τὸ θέλεσθαι προφάσεις οὐ παρέχει, ἢ τῷ αὐτῆς ἀνδρί. ἡ σώφρων ὑπὸ ἑτέρου θελομένη λυπεῖται. ἡ σώφρων τὸν ἄνδρα ἐνδιαθέτως φιλεῖ, καὶ καταφιλεῖ, καὶ κολακεύει, ἀρέσκει, δουλεύει, πρὸς πάντα αὐτῷ πείθεται, παῤ ἐκτὸς τοῦ ἀπειθεῖν Θεῷ. ἡ γὰρ πειθομένη Θεῷ ἄνευ φυλάκων καὶ τὴν ψυχὴν σωφρονεῖ καὶ τὸ σῶμα καθαρεύει.

+

᾽Η σώφρων γυνὴ ὡς νυμφίῳ υἱῷ Θεοῦ κοσμεῖται, ἐνδεδυμένη τὸ σεμνὸν φῶς. ἔστιν δὲ αὐτῇ κάλλος ἐν τῇ ψυχῇ εὐνομία. μύρου δὲ πνέει τῆς ἀγαθῆς φήμης. καλὰ φορεῖ· ἠμφίεσται τὴν αἰδῶ. καὶ τιμίους μαργαρίτας περίκειται, τοὺς σωφρονίζοντας λόγους. λευκὴ δὲ τυγχάνει, ὅτ᾽ ἅν τὰς φρένας ᾖ λελαμπρυμένη. καλῷ ἐσόπτρῳ ὁρᾷ, εἰς τὸν Θεὸν ἐμβλέπουσα. καλῷ κόσμῳ χρῆται, τῷ πρὸς Θεὸν φόβῳ τὴν ψυχὴν νουθετοῦσα. καλὴ ἡ γυνὴ, οὐχ ἡ χρυσῷ πεπεδημένη, ἀλλ᾽ ἡ τῶν προσκαίρων ἐπιθυμιῶν λελυμένη. ἡ σώφρων γυνὴ μεγάλῳ βασιλεῖ περιπόθητός ἐστιν, αὐτῷ μεμνήστευται, αὐτῷ τετήρηται, ὑπὸ αὐτοῦ ἠγάπηται. ἡ σώφρων εἰς τὸ θέλεσθαι προφάσεις οὐ παρέχει, ἢ τῷ αὐτῆς ἀνδρί. ἡ σώφρων ὑπὸ ἑτέρου θελομένη λυπεῖται. ἡ σώφρων τὸν ἄνδρα ἐνδιαθέτως φιλεῖ, καὶ καταφιλεῖ, καὶ κολακεύει, ἀρέσκει, δουλεύει, πρὸς πάντα αὐτῷ πείθεται, παρ’ ἐκτὸς τοῦ ἀπειθεῖν Θεῷ. ἡ γὰρ πειθομένη Θεῷ ἄνευ φυλάκων καὶ τὴν ψυχὴν σωφρονεῖ καὶ τὸ σῶμα καθαρεύει.

Ἀνόητος οὖν πᾶς ἀνηρ ὁ τὴν ἑαυτοῦ γυναῖκα χωρίζων φόβου Θεοῦ. ὅτι ἡ Θεὸν μὴ φοβουμένη οὐδὲ τὸν ἄνδρα φοβεῖται. ἐὰν Θεὸν τὸν ἀόρατα βλέποντα μὴ φοβῆται, πρὸς τὸν μὴ ὁρῶντα πῶς σωφρονήσει; πῶς δὲ σωφρονήσει ἡ μὴ συνερχομένη πρὸς τοὺς σωφρονίζοντας ἀκούειν λόγους; πῶς δὲ καὶ νουθεσίας τύχοι; πῶς δὲ σωφρονήσει ἄνευ φυλάκων, ἐὰν τὴν ἐσομένην κρίσιν τοῦ Θεοῦ μὴ διδαχθῇ, μηδὲ τὴν ἐπὶ μικρᾷ ἡδονῇ αἰώνιον ζημίαν πληροφορηθῇ; διὸ τοὐναντίον ἄκουσαν αὐτὴν πρὸς τὸν σωφρονίζοντα ἀεὶ εἰσέρχεσθαι λόγον ἀνάγκασον, κολάκευσον.

@@ -1429,7 +1429,7 @@

Ἐγὼ δὲ προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περὶ σὲ γενομένων εἶναι λέγω, τοσούτοις ἔτεσιν τὴν διάστασίν σού τε καὶ τῶν σῶν γενέσθαι. ἐπεὶ γὰρ σὺν σοὶ ὄντες ἴσως τὸν τῆς θεοσεβείας λόγον οὐκ ἄν ἐπήκουσαν, ᾠκονομήθη σὺν μητρὶ ἡ ἀποδημία καὶ ναυφράγιον καὶ θανάτου ὑπόνοια καὶ ἀπρασίαι ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἐλλήνων καὶ ἄθεα δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ὦσιν· ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον, καὶ ἐμοὶ ἑνωθῆναι δυνηθῆναι, συλλαβέσθαι μου τῷ κηρύγματι· ἀλλ᾽ ἔτι μὴν συνελθεῖν ἀδελφὸν Κλήμεντα, καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι, θεραπείας τῆς θεότητος πληροφορηθῆναι, καὶ μετ᾽ οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα καὶ τῆς ἄλλης ἡμέρας σοι συντυχεῖν , καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν ταχεῖαν ἁρμονίαν πανταχόθεν συνδραμοῦσαν εἰς ἕνα γνώμης σκοπὸν οὐκ οἶμαι ἀπρονόητον εἶναι.

-

Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νομίζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπὸ σοῦ κηρυσσομένῃ ἀληθείᾳ, ἀπεκρινάμην· τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παῤ ὅ οἱ ἀρχαῖοι παρῄνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· πολλὴ διαφορὰ, πάτερ, μεταξὺ θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὁμῶς ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὅς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἑτέραν, καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον προςδιδόναι καὶ τὸ μαφόριον, ἀγγαρεύοντι δὲ μίλιον συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.

+

Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νομίζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπὸ σοῦ κηρυσσομένῃ ἀληθείᾳ, ἀπεκρινάμην· τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παρ’ ὅ οἱ ἀρχαῖοι παρῄνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· πολλὴ διαφορὰ, πάτερ, μεταξὺ θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὁμῶς ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὅς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἑτέραν, καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον προςδιδόναι καὶ τὸ μαφόριον, ἀγγαρεύοντι δὲ μίλιον συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ᾽ ἐνόμισας ἄδικον ὅ τι δικαιότατόν ἐστιν. εἴ σοι φίλον ἐστίν, ἄκουσον. καὶ ὁ πατὴρ ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι, δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλων, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται μὴν ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· τί δὲ, εἰ καὶ ἴδιόν τινος αὐτὸς οὗτος ἀφέληται, ἢ καὶ ἄλλο τι, ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων, καὶ τὸ θανεῖν, ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις , οὐ δοκεῖ σοι ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἔφη· φαίνεται. καὶ ὁ Πέτρος· τί δὲ, οὐ χρὴ τὸν ἐν ἑτέρου βασιλείᾳ ὄντα, καὶ ταῦτα πονηροῦ τινος ἐχθροῦ, τοῦ ζῆν χάριν πάντας κολακεύειν, καὶ ἀγγαρεύουσιν ἐπὶ πλεῖον ὑπείκειν, μὴ προσαγορεύοντας προσαγορεύειν, ἐχθροὺς διαλλάσσειν, ὀργιζομένοις μὴ φιλονεικεῖν, τὰ ἑαυτοῦ ἀδεῶς παντὶ αἰτοῦντι παρέχειν, καὶ ὅσα τοιαῦτα; καὶ ὁ πατήρ πάντα μᾶλλον εὐλόγως ὑποσταίη, εἴπερ τούτων τὸ ζῆν προκρίνει.